ApodosisGenniseosἈπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὁ χρόνων ἐπέκεινα, καί τῶν αἰώνων Θεός, τήν δέησιν πρόσδεξαι, τῇ συμπληρώσει Χριστέ, τοῦ ἔτους δεόμεθα, θείαν ἰσχύν δέ δίδου, ἐν εἰρήνῃ τελέσαι, ἅμα καί εὐσεβείᾳ τό ἀρχόμενον ἔτος, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Εἰς τό τέλος φθάσαντες, τοῦ χρόνου μόνε Οἰκτίρμον, τήν σήν ἀτελεύτητον, ὑμνοῦμεν χάριν ἀπαύστως· πάντας γάρ, ἐκ πάσης βλάβης θᾶττον ἐρρύσω, δίδου δέ, καί τά ἐλέη σου δυσωποῦμεν, τῷ ἐνιαυτῷ τῷ νέῳ, τοῖς προσκυνοῦσι τήν δυναστείαν σου.

Μεγαλυνάριον.
Τῇ τοῦ χρόνου λήξει Χριστέ Σωτήρ, διάρρηξον Λόγε, τῶν ἀμέτρων ἁμαρτιῶν, ἡμῶν τό δελτίον, καί χάριτος ἁγίας, ἡμῶν τάς διανοίας πλήρωσον Κύριε.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ