Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ’.
Σήμερον τῆς παγκοσμίου χαρᾶς τά προοίμια, μετά χαρμοσύνης προεορτάσωμεν· ἰδού γάρ Γαβριήλ παραγίνεται, τῇ Παρθένῳ κομίζων τά εὐαγγέλια, καί φόβῳ ἅμα καί θαύματι· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ.

Κοντάκιον Προεόρτιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐπελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρός τόν σύνθρονον, καί ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδάμ ἡ ἀνάκλησις.

Μεγαλυνάριον.
Ἤγγικεν ἡ λύτρωσις τῶν βροτῶν· Γαβριήλ γάρ σπεύδει, χαρμοσύνως πρός Ναζαρέτ, βοῆσαι τό χαῖρε, τῇ Κεχαριτωμένῃ· τόν Λόγον γάρ συλλήψῃ, Πατρί τόν σύνθρονον.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ