AgiosKleopas15 Κλεόπας ἦταν ἕνας ἀπό τούς 70 μαθητές τοῦ Κυρίου καί ένας ἐκ τῶν δύο πού συνωμίλησαν μέ τόν Ιησοῦν, μετά τήν Ἀνάστασήν του, καθ’ ὁδόν πρός Ἐμμαούς. Γι’ αὐτόν διαβάζουμε στό κατά Λουκᾶν Εὐαγγέλιον κδ’ 13 – 31:
Καί ἰδού δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπό Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς.
Καί αὐτοί ὡμίλουν πρός ἀλλήλους περί πάντων τῶν συμβεβηκότων τούτων.
Καί ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτούς καί συζητεῖν καί αὐτός ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δέ ὀφθαλμοί αὐτῶν ἐκρατοῦντο τοῦ μή ἐπιγνῶναι αὐτόν.
Εἶπε δέ πρός αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρός ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί;
Ἀποκριθείς δέ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρός αὐτόν· σύ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ καί οὐκ ἔγνως τά γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καί εἶπεν αὐτοῖς· ποῖα; οἱ δέ εἶπον αὐτῷ· τά περί Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνήρ προφήτης δυνατός ἐν ἔργῳ καί λόγῳ ἐναντίον τοῦ Θεοῦ καί παντός τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτόν οἱ ἀρχιερεῖς καί οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καί ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δέ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τόν Ἰσραήλ· ἀλλά γε σύν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο.
Ἀλλά καί γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπί τό μνημεῖον, καί μή εὑροῦσαι τό σῶμα αὐτοῦ ἦλθον λέγουσαι καί ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτόν ζῆν. Καί ἀπῆλθόν τινες τῶν σύν ἡμῖν ἐπί τό μνημεῖον, καί εὗρον οὕτω καθώς καί αἱ γυναῖκες εἶπον, αὐτόν δέ οὐκ εἶδον.
Καί αὐτός εἶπε πρός αὐτούς· ὦ ἀνόητοι καί βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπί πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! Οὐχί ταῦτα ἔδει παθεῖν τόν Χριστόν καί εἰσελθεῖν εἰς τήν δόξαν αὐτοῦ; Καί ἀρξάμενος ἀπό Μωυσέως καί ἀπό πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τά περί ἑαυτοῦ.
Καί ἤγγισαν εἰς τήν κώμην οὗ ἐπορεύοντο, καί αὐτός προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· καί παρεβιάσαντο αὐτόν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρός ἑσπέραν ἐστί καί κέκλικεν ἡ ἡμέρα. Καί εἰσῆλθε τοῦ μεῖναι σύν αὐτοῖς. Καί ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτόν μετ᾿ αὐτῶν, λαβών τόν ἄρτον εὐλόγησε, καί κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δέ διηνοίχθησαν οἱ ὀφθαλμοί, καί ἐπέγνωσαν αὐτόν· καί αὐτός ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν.
Ὁ Κλεόπας, ἔλαβε κατά τήν ἡμέρα τῆς Πεντηκοστῆς τά χαρίσματα τοῦ Ἁγίου Πνεύματος καί πέρασε τήν ζωή του κοπιάζοντας γιά τό Εὐαγγέλιο.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Γνῶσιν ἔνθεον, εἰσδεδεγμένος, συναρίθμιος, τῶν τοῦ Σωτῆρος, Ἀποστόλων Ἑβδομήκοντα πέφηνας, καί εὐσεβείας τήν χάριν ἐκήρυξας, τοῖς ἐν τῇ πλάνῃ Κλεόπα Ἀπόστολε. Ἀλλά πρέσβευε, Κυρίῳ τῷ σέ δοξάσαντι, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Κοντάκιον. Ἦχος α’. Χορός Ἀγγελικός.
Ὡς θεῖος Μαθητής, καί Χριστοῦ ὑπηρέτης, δογμάτων εὐσεβῶν, ὑποφήτης ἐδείχθης, Κλεόπα Ἀπόστολε, Ἀποστόλων ὁμόσκηνε· μεθ’ ὧν πρέσβευε, τῷ Παντοκράτορι Λόγῳ, τοῖς αἰνοῦσί σε, λύσιν πταισμάτων δοθῆναι, καί χάριν καί ἔλεος.

Μεγαλυνάριον.
Μύστης τοῦ Σωτῆρος ἀναδείχθης, διέπρεψας κόσμῳ, ὡς Ἀπόστολος εὐκλεής, Κλεόπα τρισμάκαρ, καί νῦν Ἀποστόλοις, τά ἔπαθλα κομίζῃ, τῶν παλαισμάτων σου.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ