ProeortiaEisodionΠαραμονή της μεγάλης εορτής.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Χαράν προμνηστεύεται, πᾶσιν ἡ Ἄννα νυνί, τῆς λύπης ἀντίθετον, καρπόν βλαστήσασα, τήν μόνην Ἀειπάρθενον· ἥνπερ δή καί προσάγει, τάς εὐχάς ἐκπληροῦσα, σήμερον γηθομένη, ἐν Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναόν τοῦ Θεοῦ Λόγον, καί Μητέρα Ἁγνήν.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐφροσύνης σήμερον ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει σκηνή ἐπουράνιος.

Μεγαλυνάριον.
Ἔργων ἐναρέτων τάς ἀστραπάς, ἀνάψωμεν πάντες, ὡς λαμπάδας παρθενικάς, καί τῇ Θεοτόκῳ, ἐν τῷ ναῷ Κυρίου, λαμπρῶς προσερχομένῃ, προϋπαντήσωμεν.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ