Hristougenna_1Ἀπολυτίκιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἀπεγράφετο ποτέ, σύν τῷ πρεσβευτῇ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαβίδ, ἐν Βηθλεέμ ἡ Μαριάμ, κυοφοροῦσα τήν ἄσπορον κυοφορίαν· ἐπέστη δέ καιρός, ὁ τῆς Γεννήσεως, καί τόπος ἦν οὐδείς, τῷ καταλύματι, ἀλλ’ ὡς τερπνόν παλάτιον τό Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστός γεννᾶται, τήν πρίν πεσοῦσαν ἀναστήσων εἰκόνα.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ Παρθένος σήμερον, τόν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως, Χόρευε, ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον, μετά Ἀγγέλων καί τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τόν πρό αἰώνων Θεόν.

Μεγαλυνάριον.
Φάτνη ἑτοιμάζου τά τῆς δοχῆς, σπεύσατε Ποιμένες, καί οἱ Μάγοι ἐκ τῶν Περσῶν, σύν τοῖς Ἀσωμάτοις, ἐν Βηθλεέμ βοῆσαι· Δόξα τῷ τικτομένῳ, σῶσαι τά σύμπαντα.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ