Πράξεις Αποστόλων (στ΄ 8 – ζ΄ 5, ζ΄ 47-60)

AgiosStefanos18τέφανος, πλήρης πίστεως καί δυνάμεως ἐποίει τέρατα καί σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καί Κυρηναίων καί Ἀλεξανδρέων καί τῶν ἀπό Κιλικίας καί Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, καί οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καί τῷ πνεύματι ᾧ ἐλάλει.
Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ρήματα βλάσφημα εἰς Μωυσῆν καί τόν Θεόν· συνεκίνησάν τε τόν λαόν καί τούς πρεσβυτέρους καί τούς γραμματεῖς, καί ἐπιστάντες συνήρπασαν αὐτόν καί ἤγαγον εἰς τό συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ρήματα βλάσφημα λαλῶν κατά τοῦ τόπου τοῦ ἁγίου καί τοῦ νόμου· ἀκηκόαμεν γάρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τόν τόπον τοῦτον καί ἀλλάξει τά ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυσῆς.
Καί ἀτενίσαντες εἰς αὐτόν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τό πρόσωπον αὐτοῦ ὡσεί πρόσωπον ἀγγέλου.
Εἶπε δέ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δέ ἔφη· ἄνδρες ἀδελφοί καί πατέρες, ἀκούσατε. Ὁ Θεός τῆς δόξης ὤφθη τῷ πατρί ἡμῶν Ἀβραάμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρίν ἢ κατοικῆσαι αὐτόν ἐν Χαρράν, καί εἶπε πρός αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καί ἐκ τῆς συγγενείας σου, καί δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθών ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετά τό ἀποθανεῖν τόν πατέρα αὐτοῦ μετῴκησεν αὐτόν εἰς τήν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καί οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδέ βῆμα ποδός, καί ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτήν καί τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
Σολομών δέ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾿ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθώς ὁ προφήτης λέγει· ὁ οὐρανός μοι θρόνος, ἡ δέ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχί ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; Σκληροτράχηλοι καί ἀπερίτμητοι τῇ καρδίᾳ καί τοῖς ὠσίν, ὑμεῖς ἀεί τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καί ὑμεῖς.
Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καί ἀπέκτειναν τούς προκαταγγείλαντας περί τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καί φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τόν νόμον εἰς διαταγάς ἀγγέλων, καί οὐκ ἐφυλάξατε.
Ἀκούοντες δέ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καί ἔβρυχον τούς ὀδόντας ἐπ᾿ αὐτόν. Ὑπάρχων δέ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τόν οὐρανόν εἶδε δόξαν Θεοῦ καί Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καί εἶπεν· ἰδού θεωρῶ τούς οὐρανούς ἀνεῳγμένους καί τόν υἱόν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα.
Κράξαντες δέ φωνῇ μεγάλῃ συνέσχον τά ὦτα αὐτῶν καί ὥρμησαν ὁμοθυμαδόν ἐπ᾿ αὐτόν, καί ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καί οἱ μάρτυρες ἀπέθεντο τά ἱμάτια αὐτῶν παρά τούς πόδας νεανίου καλουμένου Σαύλου, καί ἐλιθοβόλουν τόν Στέφανον, ἐπικαλούμενον καί λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τό πνεῦμά μου. Θείς δέ τά γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μή στήσῃς αὐτοῖς τήν ἁμαρτίαν ταύτην. Καί τοῦτο εἰπών ἐκοιμήθη.
Σαῦλος δέ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

 

Ἀπόδοση στη νεοελληνική:

Ὁ Στέφανος, γεμᾶτος πίστιν καί δύναμιν, ἔκανε τέρατα καί θαύματα μεγάλα μεταξύ τοῦ λαοῦ. Μερικοί ἀπό τήν συναγωγήν, πού ἐλέγετο τῶν Λιβερτίνων καί τῶν Κυρηναίων καί τῶν Ἀλεξανδρέων καί ἀπό τούς καταγομένους ἀπό τήν Κιλικίαν καί Ἀσίαν, ἐσηκώθηκαν καί συζητοῦσαν μέ τόν Στέφανον, ἀλλά δέν μποροῦσαν νά ἀντισταθοῦν εἰς τήν σοφίαν καί εἰς τό Πνεῦμα μέ τό ὁποῖον ἐμιλοῦσε.
Τότε ἔβαλαν κρυφά ἀνθρώπους νά ποῦν, «Τόν ἀκούσαμε νά λέγῃ λόγια βλάσφημα κατά τοῦ Μωϋσέως καί κατά τοῦ Θεοῦ». Καί ξεσήκωσαν τόν λαόν καί τούς πρεσβυτέρους καί τούς γραμματεῖς, ὥρμησαν ἐπάνω του καί τόν ἅρπαξαν βιαίως καί τόν ἔφεραν εἰς τό συνέδριον. Παρουσίασαν καί ψευδομάρτυρας, οἱ ὁποῖοι ἔλεγαν, «Ὁ ἄνθρωπος αὐτός δέν παύει νά λέγῃ λόγια βλάσφημα κατά τοῦ ἁγίου αὐτοῦ τόπου καί κατά τοῦ νόμου. Διότι τόν ἔχομεν ἀκούσει νά λέγῃ ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος θά καταστρέψῃ τόν τόπον αὐτόν καί θά ἀλλάξῃ τά ἔθιμα πού μᾶς παρέδωκε ὁ Μωϋσῆς».
Καί ὅλοι πού ἐκάθοντο εἰς τό συνέδριον προσήλωσαν εἰς αὐτόν τά βλέμματα καί εἶδαν τό πρόσωπόν του νά εἶναι σάν πρόσωπο ἀγγέλου.
Εἶπε τότε ὁ ἀρχιερεύς, «Ἔτσι ἔχουν τά πράγματα;».
Ὁ Στέφανος εἶπε, «Ἄνδρες ἀδελφοί καί πατέρες, ἀκούσατε. Ὁ ἔνδοξος Θεός ἐφανερώθηκε εἰς τόν πατέρα μας Ἀβραάμ, ὅταν ἦτο εἰς τήν Μεσοποταμίαν πρίς κατοικήσῃ εἰς τήν Χαρράν, καί τοῦ εἶπε, Φύγε ἀπό τήν χώραν σου καί ἀπό τούς συγγενεῖς σου καί ἔλα εἰς τήν χώραν πού θά σοῦ δείξω. Τότε ἔφυγε ἀπό τήν χώραν τῶν Χαλδαίων καί κατῴκησε εἰς τήν Χαρράν. Ἀπό ἐκεῖ μετά τόν θάνατον τοῦ πατέρα του, ὁ Θεός τόν ἔφερε νά κατοικήσῃ εἰς τήν χώραν αὐτήν, εἰς τήν ὁποίαν σεῖς τώρα κατοικεῖτε. Δέν τοῦ ἔδωκε ὅμως κληρονομίαν εἰς αὐτήν οὔτε ἕνα βῆμα, ἀλλά ὑποσχέθηκε νά τήν δώσῃ ὡς ἰδιοκτησίαν εἰς αὐτόν καί τούς ἀπογόνους του ὕστερα ἀπό αὐτόν, ἂν καί δέν εἶχε παιδί.
Ἀλλ’ ὁ Σολομών ἦτο ἐκεῖνος πού τοῦ οἰκοδόμησε οἶκον. Ὁ Ὕψιστος ὅμως δέν κατοικεῖ εἰς χειροποιήτους ναούς, καθώς ὁ προφήτης λέγει: Ὁ οὐρανός εἶναι ὁ θρόνος μου, ἡ δέ γῆ ὑποπόδιον τῶν ποδιών μου. Τί εἴδους οἶκον θά μοῦ οἰκοδομήσετε, λέγει ὁ Κύριος, ἢ ποιός εἶναι ὁ τόπος τῆς ἀναπαύσεώς μου; Τό χέρι μου δέν τά ἐδημιούργησε ὅλα αὐτά; Σκληροτράχηλοι, μέ ἀπερίτμητη καρδιά καί αὐτιά, σεῖς πάντοτε ἀντιτίθεστε πρός τό Πνεῦμα τό Ἅγιον, ὅπως οἱ πρόγονοί σας ἔτσι καί σεῖς.
Ποιόν ἀπό τούς προφήτας δέν κατεδίωξαν οἱ πρόγονοί σας; Ἐσκότωσαν ἐκείνους πού ἐπροφήτευσαν τόν ἐρχομόν τοῦ Δικαίου, καί τώρα ἐγίνατε σεῖς προδόται του καί φονηάδες του· σεῖς πού ἐπήρατε τόν νόμον εἰς ἐντολάς, πού ἐδόθησαν δι’ ἀγγέλων, καί ὅμως δέν τό ἐφυλάξατε.
Ἐνῷ ἄκουαν αὐτά, ὠργίσθησαν καί ἔτριζαν τά δόντια τους ἐναντίον του. Ἀλλ’ ὁ Στέφανος γεμᾶτος Πνεῦμα Ἅγιον προσήλωσε τό βλέμμα του εἰς τόν οὐρανόν καί εἶδε τήν δόξαν τοῦ Θεοῦ καί τόν Ἰησοῦν νά στέκεται εἰς τά δεξιά τοῦ Θεοῦ, καί εἶπε, «Βλέπω τούς οὐρανούς ἀνοικτούς καί τόν Υἱόν τοῦ ἀνθρώπου νά στέκεται εἰς τά δεξιά τοῦ Θεοῦ».
Αὐτοί ἐφώναξαν μέ δυνατήν φωνήν, ἐβούλωσαν τά αὐτιά τους καί ὥρμησαν ὅλοι μαζί ἐπάνω του, καί ἀφοῦ τόν ἔβγαλαν ἔξω ἀπό τήν πόλιν, τόν ἐλιθοβολοῦσαν. Οἱ μάρτυρες ἔβαζαν τά ἐνδύματά τους κοντά στά πόδια κάποιου νέου, πού ὠνομάζετο Σαῦλος καί λιθοβολοῦσαν τόν Στέφανον, ὁ ὁποῖος ἐπεκαλεῖτο καί ἔλεγε, «Κύριε Ἰησοῦ, δέξου τό πνεῦμα μου». Ἀφοῦ δέ ἐγονάτισε ἐφώναξε μέ φωνήν δυνατήν, «Κύριε, μή λογαριάσῃς εἰς αὐτούς τήν ἁμαρτίαν αὐτήν». Καί λέγοντας αυτό εξέπνευσε.
Ὁ δέ Σαῦλος παρευρίσκετο ἐπιθυμώντας ὁμοίως τή θανάτωσή του.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Βασίλειον διάδημα, ἐστέφθη σή κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων Πρωτόαθλε Στέφανε· σύ γάρ τήν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τόν Σωτῆρα, τοῦ Πατρός δεξιόθεν. Αὐτόν οὖν ἐκδυσώπει ἀεί, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ὁ Δεσπότης χθές ἡμῖν, διά σαρκός ἐπεδήμει, καί ὁ δοῦλος σήμερον, ἀπό σαρκός ἐξεδήμει· χθές μέν γάρ, ὁ Βασιλεύων σαρκί ἐτέχθη, σήμερον δέ, ὁ οἰκέτης λιθοβολεῖται, δι’ αὐτόν καί τελειοῦται, ὁ Πρωτομάρτυς καί θεῖος Στέφανος.

Μεγαλυνάριον.
Πρῶτος διακόνων ἀναδειχθείς, πρῶτος τοῦ Δεσπότου, ἐχρημάτισας μιμητής· ὅθεν Ἀθλοφόρων, πρωτεύων Πρωτομάρτυς, τύπος αὐτοῖς ἐγένου, Πρώταθλε Στέφανε.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ