Παραμονή τῆς μεγάλης ἑορτῆς.

Ἀπολυτίκιον. Ἦχος α’. Χορός Ἀγγελικός.
Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπί γῆς καί φερόμενον βλέπων, ὡς βρέφος ὑπομάζιον, πρός ναόν τόν πρωτότοκον, πάσης κτίσεως, ὑπό Μητρός ἀπειράνδρου, προεόρτιον, νῦν σύν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν ἀγκάλαις δέξασθαι καθάπερ βρέφος, Συμεών ἐπείγεται, τόν νομοδότην καί Θεόν· ᾧ καί βοήσει γηθόμενος· ἀπόλυσόν με· σέ γάρ εἶδον, Δέσποτα.

Μεγαλυνάριον.
Χαίροι ὁ πρεσβύτατος Συμεών, ἐγγίζοντα βλέπων, τόν Δεσπότην ἐν τῷ Ναῷ· ὅθεν ἐπισπεύδει, αὐτόν ὑποδεχθῆναι, προεορτίως ᾄδων ὕμνον ἐπάξιον.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ