Αὐτή κανονικά θά ἔπρεπε νά θεωρεῖται ὡς δεύτερη εὕρεση, ἀφοῦ πουθενά δέν ἀναφέρεται ἄλλη, παρά μόνο ἡ πρώτη (24 Φεβρουαρίου). Ἡ εὕρεση αὐτή ἔγινε ἀπό κάποιον ἄγνωστο ἱερέα στά Κόμανα τῆς Καππαδοκίας, μέσα σέ ἀργυρή θήκη, σέ ἱερό τόπο καί μεταφέρθηκε μέ μεγάλη ἐπισημότητα καί πομπή στήν Κωνσταντινούπολη, ὅπου κατατέθηκε στή Μονή τοῦ Στουδίου.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς θεῖον θησαύρισμα ἐγκεκρυμμένον τῇ γῇ, Χριστός ἀπεκάλυψε, τήν Κεφαλήν σου ἡμῖν, Προφῆτα καί Πρόδρομε· πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὑρέσει, ᾄσμασι θεηγόροις, τόν Σωτῆρα ὑμνοῦμεν, τόν σῲζοντα ἡμᾶς ἐκ φθορᾶς, ταῖς ἱκεσίαις σου.

Κοντάκιον. Ἦχος β’. Τά ἄνω ζητῶν.
Προφῆτα Θεοῦ, καί Πρόδρομε τῆς χάριτος, τήν Κάραν τήν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τάς ἰάσεις πάντοτε λαμβάνομεν, καί γάρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τήν μετάνοιαν.

Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς οὐρανίων δωρεῶν πηγή θεόβρυτος
Τῇ Ἐκκλησίᾳ ἐκ βυθοῦ τῆς γῆς ἀνέλαμψε
Ἡ ἁγία Κεφαλή σου Χριστοῦ Προφῆτα
Ἧς τήν τρίτην ἑορτάζοντες φανέρωσιν
Ἀνυμνοῦμεν τῶν θαυμάτων σου τό μέγεθος
Καί βοῶμέν σοι, χαῖρε Λόγου ὁ Πρόδρομος.

Μεγαλυνάριον.
Τρίτην τῆς παντίμου σου Κεφαλῆς, μνείαν ἐκτελοῦμεν, ἣν ἐδόξασεν ἡ Τριάς, Βαπτιστά Κυρίου· ἐκ γῆς γάρ τρίτως ὤφθη, μετανοεῖτε πᾶσιν, ἀνακραυγάζουσα.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ