5ἶναι ἄγνωστο ἀπό ποῦ καταγόταν καί πότε ἄθλησε ὁ Ἅγιος Ἱερομάρτυς Εὐτύχιος.
Ἀναδείχθηκε σέ Ἐπίσκοπο Μελιτινῆς, ὅμως λόγῳ τῆς Χριστιανικῆς δράσεώς του συνελήφθη, ἀρνήθηκε δέ νά θυσιάσει στά εἴδωλα, καί μετά ἀπό πολλά βασανιστήρια ρίχθηκε στό νερό, ὅπου βρῆκε μαρτυρικό θάνατο.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς εὐτυχήσας ἀρετῶν ταῖς ἰδέαις, τῆς τῶν Μαρτύρων εὐκληρίας μετέσχες, Ἱερομάρτυς ἔνδοξε παμμάκαρ Εὐτυχές· σύ γάρ τῷ Θεῷ ἡμῶν, καθαρῶς ὑπουργήσας, αἵμασιν ἐφοίνιξας, τήν ἁγίαν στολήν σου· μεθ’ ἧς Χριστῷ καί νῦν ἱερουργῶν, ἀεί δυσώπει, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Κοντάκιον. Ἦχος β’. Τοῖς αἱμάτων σου.
Τῆς Ἐκκλησίας στερρῶς προϊστάμενος, ὑπέρ αὐτῆς τήν ψυχήν Πάτερ τέθεικας· ἣν νῦν ἀπαρέγκλιτον φύλαττε, τῆς εὐσεβείας τοῖς δόγμασιν Ὅσιε· αὐτῆς γάρ Εὐτυχές ἑδραίωμα.

Μεγαλυνάριον.
Κῆρυξ εὐτυχίας τῆς ἀληθοῦς, τοῖς ἐν ἀγνωσίᾳ, χρημάτισας ἱερουργέ, τῆς τοῦ μαρτυρίου, πλουτοποιοῦ εὐκλείας, ὦ Εὐτυχές ἐπέβης, ἀγωνισάμενος.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ