10ατά τήν παράδοση ὁ Ἅγιος Μαξιμίνος ἔζησε τόν 1ο αἰώνα μ.Χ. καί ἦταν ἐκ τῶν Ἑβδομήκοντα Ἀποστόλων τοῦ Κυρίου. Συνόδευσε τή Μαρία τή Μαγδαληνή, τή Μάρθα, τόν Λάζαρο καί τή Μαρία τοῦ Κλωπᾶ στή μετάδοση τοῦ εὐαγγελικοῦ μηνύματος στήν περιοχή τῆς Προβηγκίας καί ἔγινε Ἐπίσκοπος τῆς πόλεως Αἴξ τῆς Γαλλίας.
Κατά μία ἄλλη παράδοση πρόκειται τοῦ τυφλοῦ τοῦ κατά Ἰωάννην Εὐαγγελίου, ὁ ὁποῖος ἐθεραπεύθηκε ἀπό τόν Χριστό καί Τόν ἀκολούθησε ὡς μαθητής Του:

«Καί παράγων εἶδεν ἄνθρωπον τυφλόν ἐκ γενετῆς· καί ἠρώτησαν αὐτόν οἱ μαθηταί αὐτοῦ λέγοντες· ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλός γεννηθῇ; ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τά ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ἐμέ δεῖ ἐργάζεσθαι τά ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ ὅτε οὐδείς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπών ἔπτυσε χαμαί καί ἐποίησε πηλόν ἐκ τοῦ πτύσματος, καί ἐπέχρισε τόν πηλόν ἐπί τούς ὀφθαλμούς τοῦ τυφλοῦ καί εἶπεν αὐτῷ· ὕπαγε νίψε εἰς τήν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καί ἐνίψατο, καί ἦλθε βλέπων. Οἱ οὖν γείτονες καί θεωροῦντες αὐτόν τό πρότερον ὅτι τυφλός ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καί προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δέ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμί. ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ἐκεῖνος καί εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλόν ἐποίησε καί ἐπέχρισέ μου τούς ὀφθαλμούς καί εἶπέ μοι· ὕπαγε εἰς τήν κολυμβήθραν τοῦ Σιλωάμ καί νίψαι· ἀπελθών δέ καί νιψάμενος ἀνέβλεψα, εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. Ἄγουσιν αὐτόν πρός τούς Φαρισαίους, τόν ποτε τυφλόν. ἦν δέ σάββατον ὅτε τόν πηλόν ἐποίησεν ὁ Ἰησοῦς καί ἀνέῳξεν αὐτοῦ τούς ὀφθαλμούς. πάλιν οὖν ἠρώτων αὐτόν καί οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δέ εἶπεν αὐτοῖς· πηλόν ἐπέθηκέ μου ἐπί τούς ὀφθαλμούς, καί ἐνιψάμην, καί βλέπω. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὖτος ὁ ἄνθρωπος οὐκ ἔστι παρά τοῦ Θεοῦ, ὅτι τό σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλός τοιαῦτα σημεῖα ποιεῖν; καί σχίσμα ἦν ἐν αὐτοῖς. λέγουσι τῷ τυφλῷ πάλιν· σύ τί λέγεις περί αὐτοῦ, ὅτι ἤνοιξέ σου τούς ὀφθαλμούς; ὁ δέ εἶπεν ὅτι προφήτης ἐστίν. οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περί αὐτοῦ ὅτι τυφλός ἦν καί ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τούς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καί ἠρώτησαν αὐτούς λέγοντες· οὗτός ἐστιν ὁ υἱός ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλός ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει; ἀπεκρίθησαν δέ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καί εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱός ἡμῶν καί ὅτι τυφλός ἐγεννήθη· πῶς δέ νῦν βλέπει οὐκ εἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τούς όφθαλμούς ἡμεῖς οὐκ οἴδαμεν· αὐτός ἡλικίαν ἔχει, αὐτόν ἐρωτήσατε, αὐτός περί ἑαυτοῦ λαλήσει. Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τούς Ἰουδαίους· ἤδη γάρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτόν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. διά τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτόν ἐρωτήσατε. ἐφώνησαν οὖν ἐκ δευτέρου τόν ἄνθρωπον ὃς ἦν τυφλός, καί εἶπον αὐτῷ· δός δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. ἀπεκρίθη οὖν ἐκεῖνος καί εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἕν οἶδα, ὅτι τυφλός ὢν ἄρτι βλέπω. εἶπον δέ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; Πῶς ἤνοιξέ σου τούς ὀφθαλμούς; ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καί οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Μή καί ὑμεῖς θέλετε αὐτοῦ μαθηταί γενέσθαι; ἐλοιδόρησαν αὐτόν καί εἶπον· σύ εἶ μαθητής ἐκείνου· ἡμεῖς δέ τοῦ Μωϋσέως ἐσμέν μαθηταί. ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δέ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ ἄνθρωπος καί εἶπεν αὐτοῖς· ἐν γάρ τοῦτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καί ἀνέῳξέ μου τούς ὀφθαλμούς. οἴδαμεν δέ ὅτι ἁμαρτωλῶν ὁ Θεός οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβής ᾖ καί τό θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμούς τυφλοῦ γεγεννημένου, εἰ μή ἦν οὗτος παρά Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. ἀπεκρίθησαν καί εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σύ ἐγεννήθης ὅλος, καί σύ διδάσκεις ἡμᾶς; καί ἐξέβαλον αὐτόν ἔξω. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτόν ἔξω, καί εὑρών αὐτόν εἶπεν αὐτῷ· σύ πιστεύεις εἰς τόν Υἱόν τοῦ Θεοῦ; ἀπεκρίθη ἐκεῖνος καί εἶπε· καί τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; εἶπε δέ αὐτῷ ὁ Ἰησοῦς· καί ἑώρακας αὐτόν καί ὁ λαλῶν μετά σοῦ ἐκεῖνός ἐστιν, ὁ δέ ἔφη· πιστεύω, Κύριε· καί προσεκύνησεν αὐτῷ».
Παρά τίς παραδόσεις αὐτές νεώτερες ἁγιολογικές πληροφορίες φέρουν τόν Ἅγιο ὡς Ἐπίσκοπο τῆς πόλεως τοῦ Αἴξ κατά τόν 5ο αἰώνα μ.Χ. Στήν τέχνη, ὁ Ἅγιος Μαξιμίνος ἀπεικονίζεται ὡς Ἐπίσκοπος, ὁ ὁποῖος μεταδίδει τό μυστήριο τῆς Θείας Κοινωνίας στήν Ἁγία Μαρία τή Μαγδαληνή, ἢ νά πλέει σέ μία βάρκα πρός τή Μασσαλία μαζί μέ τό δίκαιο Λάζαρο, τή Μαρία καί τή Μάρθα.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ