19ό σεπτό σκήνωμα τοῦ Ἁγίου Θεοδώρου τοῦ Στρατηλάτου († 8 Φεβρουαρίου) μετετέθη, στίς 8 Ἰουνίου, ἀπό τήν Ἡράκλεια τῆς Ποντικῆς, στό προγονικό κτῆμα τοῦ Ἁγίου, στά Εὐχάιτα, κατά τήν ἐπιθυμία τοῦ Ἁγίου τήν ὁποία ἐξέφρασε πρό τῆς ἐκτομῆς αὐτοῦ στό γραμματέα του Οὔαρο. Ἐκ τοῦ λειψάνου αὐτοῦ τή σιαγόνα ὁ αὐτοκράτορας Κωνσταντίνος Θ’ ὁ Μονομάχος (1042 – 1055) ἐδώρισε διά χρυσοβούλλου στή μονή Μεγίστης Λαύρας Ἁγίου Ὄρους.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Δωρεῶν θεοσδότων ὄλβον ἀκένωτον, τήν τῶν σεπτῶν σου λειψάνων θήκην πλουτοῦντες σοφέ, τήν μετάθεσιν αὐτῶν πανηγυρίζομεν, ἁγιασμοῦ τάς δωρεάς, πορισόμενοι πιστῶς, Θεόδωρε Στρατηλάτα· διό μή παύσῃ πρεσβεύων, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.

Κοντάκιον. Ἦχος πλ. δ’. Εἰ καί ἐν τάφῳ.
Εἰ καί νεκρός ἐν τῇ θήκῃ κατάκεισαι, ἀλλά ζωήν ἐκτρυγᾷς τήν αἰώνιον, καί βλυστάνεις διαπαντός, πηγήν δωρεῶν, τοῖς προσψαύουσι πόθῳ τῶν θείων λειψάνων σου, καί τήν σήν ἐξαιτοῦσι ταχεῖαν ἀντίληψιν, ὁ Στρατηλάτης τοῦ Λόγου Θεόδωρος.

Μεγαλυνάριον.
Πνέουσα τήν χάριν τήν μυστικήν, ὡς ἀνθώδης κῆπος, τῶν Λειψάνων σου ἡ σορός, ἐκ τῆς Ἡρακλείας, τῇ σῇ πατρίδι ἧκε, Θεόδωρε τρισμάκαρ, ἀξιοθαύμαστε.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ