7 μνήμη τοῦ Ἁγίου Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τιμᾶται ἀπό τήν Ἐκκλησία στίς 18 Ἰανουαρίου, ὅπου καί ὁ Βίος του. Στόν Κώδικα 227 Πετρουπόλεως κατά τήν 9η Ἰουνίου σημειώνεται ἡ «μνήμη ἀνακομιδῆς τοῦ Ἁγίου Κυρίλλου». Κατά τήν ἡμέρα αὐτή τῆς μνήμης τοῦ Ἁγίου ἀναφέρονται τά ἀκόλουθα δίστιχα:

«Κύριλλον ὑμνῶ τοῦ Κυρίου μου φίλον
καί Κυρίας πρόμαχον Ἀειπαρθένου».

«Θανών Κύριλλος τῆς Ἀλεξάνδρου Πάπας
πρός Κύριον μετῆλθε πάντων Κυρίων».

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς κῦρος οὐράνιον, θεολογία ἡ σή, βραβεύει ἐν Πνεύματι, τῇ Ἐκκλησίᾳ Χριστοῦ, τήν χάριν τήν ἔνθεον· σύ γάρ καθυπογράψας τῆς Τριάδος τήν δόξαν, μύστης τῆς Θεοτόκου, καί ὑπέρμαχος ὤφθης, παρ’ ἧς λαμπρῶς δεδόξασαι, Ἱεράρχα Κύριλλε.
 
Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Τῇ σοφίᾳ τῇ θείᾳ καλλωπιζόμενος, τῆς Συνόδου τῆς τρίτης ἐδείχθης ἔξαρχος, καί καθεῖλες τόν δεινόν Πάτερ Νεστόριον, καί Θεοτόκον τήν Ἁγνήν, ἀνεκήρυξας λαμπρῶς, ὦ Κύριλλε Ἱεράρχα, Ἀλεξανδρέων ἡ δόξα, τῆς Ἐκκλησίας ὁ διδάσκαλος.
 
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τάς τῶν αἱρέσεων πλοκάς διαρρήξας, ἐν τῇ δυνάμει τοῦ Χριστοῦ θείοις λόγοις, τήν Ἐκκλησίαν Κύριλλε ἐπλούτισας, πάντα τά ζιζάνια, Νεστορίου ἐκκόψας· ὅθεν καί παρίστασαι, σύν Ἀγγέλων χορείαις, Χριστῷ πρεσβεύων μάκαρ ἐκτενῶς, πᾶσι πταισμάτων, δωρήσασθαι ἄφεσιν.
 
Ἕτερον Κοντάκιον. Ἦχος πλ. β’. Τήν ὑπέρ ἡμῶν.
Ἄβυσσον ἡμῖν, δογμάτων θεολογίας, ἔβλυσας σαφῶς, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος, τάς αἱρέσεις κατακλύζουσαν μακάριε, καί τό ποίμνιον ἀλώβητον, τρικυμίαις διασώζουσαν· τῶν περάτων καί γάρ Ὅσιε, ὑπάρχεις καθηγητής, ὡς τά θεῖα σοφῶν.
 
Μεγαλυνάριον.
Ρήτωρ εὐσεβείας ἀναδειχθείς, δογμάτων τόν λόγον, θεηγόρως διατρανοῖς, καί τήν τοῦ Σωτῆρος, πανάφθορον Μητέρα, κηρύττεις Θεοτόκον, πάνσοφε Κύριλλε.
Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ