19ῇ αὐτῇ ἡμέρα, μνήμη τῆς ἀνακομιδῆς τῶν λειψάνων τῶν Ἁγίων καί Θαυματουργῶν Ἀναργύρων Κύρου καί Ἰωάννου· καί τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας καί τῶν τριῶν αὐτῆς θυγατέρων καί παρθένων Θεοδότης, Θεοκτίστης καί Εὐδοξίας».
Οἱ Ἅγιοι Μάρτυρες Κύρος καί Ἰωάννης, Ἀθανασία, Θεοδότη, Θεοκτίστη καί Εὐδοξία († 31 Ἰανουαρίου) ἄθλησαν κατά τήν ἐποχή τοῦ αὐτοκράτορος Διοκλητιανοῦ (284 – 305 μ.Χ.). Σήμερα ἑορτάζεται ἡ εὕρεση τῶν ἱερῶν λειψάνων αὐτῶν. Ἡ Σύναξή τους ἐτελεῖτο «ἐν τοῖς Φωρακίου καί ἐν ταῖς Ἀρκαδιαιναῖς».

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείας χάριτος, τῇ ἐνεργείᾳ, ἀναβλύζοντα, θαυμάτων ῥεῖθρα, ἀναργύρως τά σεπτά ἡμῶν λείψανα, ἐκ τῶν λαγόνων τῆς γῆς κόσμῳ ἔλαμψαν, Κῦρε θεόφρον, Ἰωάννη τε ἔνδοξε· ὅθεν ἅπαντες, τήν τούτων τιμῶντες εὕρεσιν, αἰτοῦμεν δι’ ἡμῶν τό μέγα ἔλεος.

Κοντάκιον. Ἦχος πλ. β’. Χειρόγραφον εἰκόνα.
Τό μέγα ἰατρεῖον τῆς οἰκουμένης, τό ζεῦγος τοῦ Χριστοῦ τό πεποθημένον, τούς φωστῆρας τούς ἐκλάμποντας, ταῖς αὐγαῖς τῶν ἰάσεων, ὑμνήσωμεν πιστοί μεγαλοφώνως, ἔνδον τοῦ ναοῦ αὐτόν βοῶντες· Κῦρος καί Ἰωάννης, οἱ χορηγοί τῶν θαυμάτων, καί ἰατροί τῶν νοσούντων, αὐγάζουσι τά πέρατα.

Μεγαλυνάριον.
Ρεῖθρα ἰαμάτων παντοδαπῶν, βλύζοντα τῷ κόσμῳ, ἀνεφάνησαν ἐκ τῆς γῆς, ὑμῶν νῦν τά σκήνη, Κῦρε καί Ἰωάννη, ἐξ ὧν ῥῶσιν τρυγῶμεν, ψυχῆς καί σώματος.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ