Ἀπολυτίκιον μεθεόρτιον Προδρόμου. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς πάντων ὑπέρτερος, τῶν Προφητῶν ἀληθῶς, αὐτόπτης καί Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Προφῆτα γεγένησαι· ὅθεν καί παρ’ Ἡρώδου, ἐκτμηθείς σου τήν Κάραν, ἔδραμες τοῖς ἐν Ἅδῃ, προκηρύξαι τό λύτρον· διό σέ Ἰωάννη Βαπτιστά, πόθῳ γεραίρομεν.

Κοντάκιον μεθεόρτιον τοῦ Προδρόμου. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τῆς ἁγνοίας Πρόδρομε, τῷ οὐρανίῳ σου βίῳ, τάς ἐνθέους χάριτας, ὡς ἔσοπτρον ἀπαστράπτων, ἤλεγξας, παρανομήσαντα βασιλέα· ἤνεγκας, τόν διά ξίφους θάνατον χαίρων· διά τοῦτό σοι βοῶμεν· χαίροις Προφῆτα, καί Βαπτιστά τοῦ Χριστοῦ.

Μεγαλυνάριον μεθεόρτιον τοῦ Προδρόμου.
Κάραν ἐκτμηθείς σου ὦ Βαπτιστά, ἔδραμες ἐν Ἅδῃ, οἷα Πρόδρομος τοῦ Χριστοῦ, τοῖς ἐκεῖ δεσμώταις, τήν λύτρωσιν κηρύττων. Ἀλλά τούς σέ τιμῶντας, φρούρει καί φύλαττε.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ