7 μνήμη τοῦ Ἁγίου Νεκταρίου Πενταπόλεως τοῦ θαυματουργοῦ, τιμᾶται τήν 9η Νοεμβρίου.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν σεπτῶν σου λειψάνων, Ἱεράρχα Νεκτάριε, τήν ἁγίαν ἐκ τάφου κομιδήν ἑορτάζοντες, σωμάτων καί ψυχῶν ἁγιασμόν, καί ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτί σου κράζοντες· δόξα τῷ σέ δοξάσαντι λαμπρῶς, δόξα τῷ σέ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ, πᾶσιν ἰάματα.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῶν σεπτῶν λειψάνων σου, τήν ἐκ τοῦ τάφου, κομιδήν γεραίροντες, Νεκτάριε θαυματουργέ, εὐσεβοφρόνως βοῶμέν σοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε.

Μεγαλυνάριον.
Χάριν ἀναβλύζοντα δαψιλῆ, ὤφθησαν ἐκ τάφου, τά σά λείψανα τά σεπτά, Νεκτάριε Πάτερ, οἷς πίστει προσιόντες, λαμβάνομεν ὑγείαν, ψυχῆς καί σώματος.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ