Παραμονή τῆς μεγάλης Ἑορτῆς.

GenesionTheotokouἈπολυτίκιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καί ἐξ ὀσφύος τοῦ Δαβίδ, ἡ Θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν· διό καί χαίρει ἡ σύμπασα καί καινουργεῖται· συγχαίρει τε ὁμού, ὁ οὐρανός καί ἡ γῆ. Αἰνέσατε αὐτήν, αἱ πατριαί τῶν ἐθνῶν· Ἰωακείμ εὐφραίνεται, καί Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τήν Θεοτόκον, καί τροφόν τῆς ζωῆς ἡμῶν.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ Παρθένος σήμερον, καί Θεοτόκος Μαρία, ἡ παστάς ἡ ἄλυτος, τοῦ οὐρανίου Νυμφίου, τίκτεται, ἀπό τῆς στείρας θεοβουλήτως, ὄχημα, τοῦ Θεοῦ Λόγου εὐτρεπισθῆναι· εἰς τοῦτο γάρ καί προωρίσθη, ἡ θεία πύλη, καί Μήτηρ τῆς ὄντως ζωῆς.

Μεγαλυνάριον.
Ἐκ λαγόνων ἤδη στειρωτικῶν, τήν καρποφορίαν, γεωργοῦσα τῶν ἀγαθῶν, ἡ Ἁγνή Παρθένος, προέρχεται τῷ κόσμῳ· λαοί μετ’ εὐφροσύνης, προεορτάσατε.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ