Sinaxis_Yperagias_TheotokouἈπολυτίκιον. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς βρέφος βαστάζουσα, ἐν ταῖς ἀγκάλαις Ἁγνή, τόν πάντων δεσπόζοντα, σάρκα λαβόντα ἐκ σοῦ, χαρᾶς ὤφθης πρόξενος· ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ χαρμοσύνως, σήμερον Θεοτόκε, τήν φρικτήν σου λοχείαν· πηγήν γάρ ἀθανασίας, κόσμῳ ἐκύησας.

Κοντάκιον Ἦχος πλ. β’.
Ὁ πρό Ἑωσφόρου ἐκ Πατρός ἀμήτωρ γεννηθεῖς, ἐπί γῆς ἀπάτωρ ἐσαρκώθη, σήμερον ἐκ σοῦ· ὅθεν ἀστήρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δέ μετά Ποιμένων ὑμνοῦσι, τόν ἄσπορον τόκον σου, ὦ Κεχαριτωμένη.

Μεγαλυνάριον.
Θρόνος ἐπηρμένος πέλεις Ἁγνή, φέρουσα ὡς βρέφος, τόν τά πάντα ἐν τῇ δρακί, φέροντα ὡς Κτίστην· ὑμνοῦμέν σου Παρθένε, τήν ὄντως ὑπέρ λόγον μεγαλειότητα.

Pin It
footer

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ